3 John 1
Study Bible
Greeting to Gaius from the Elder

  πρεσβύτερος  Γαΐῳ  τῷ  ἀγαπητῷ,  ὃν  ἐγὼ  ἀγαπῶ  ἐν  ἀληθείᾳ. 

Ἀγαπητέ,  περὶ  πάντων  εὔχομαί  σε  εὐοδοῦσθαι  καὶ  ὑγιαίνειν,  καθὼς  εὐοδοῦταί  σου    ψυχή.  ἐχάρην  γὰρ  λίαν  ἐρχομένων  ἀδελφῶν  καὶ  μαρτυρούντων  σου  τῇ  ἀληθείᾳ,  καθὼς  σὺ  ἐν  ἀληθείᾳ  περιπατεῖς.  μειζοτέραν  τούτων  οὐκ  ἔχω  χαράν,  ἵνα  ἀκούω  τὰ  ἐμὰ  τέκνα  ἐν  τῇ  ἀληθείᾳ  περιπατοῦντα. 

Gaius' Example of Hospitality

Ἀγαπητέ,  πιστὸν  ποιεῖς    ἐὰν  ἐργάσῃ  εἰς  τοὺς  ἀδελφοὺς  καὶ  τοῦτο  ξένους,  οἳ  ἐμαρτύρησάν  σου  τῇ  ἀγάπῃ  ἐνώπιον  ἐκκλησίας,  οὓς  καλῶς  ποιήσεις  προπέμψας  ἀξίως  τοῦ  Θεοῦ·  ὑπὲρ  γὰρ  τοῦ  Ὀνόματος  ἐξῆλθον*  μηδὲν  λαμβάνοντες  ἀπὸ  τῶν  ἐθνικῶν.  ἡμεῖς  οὖν  ὀφείλομεν  ὑπολαμβάνειν  τοὺς  τοιούτους,  ἵνα  συνεργοὶ  γινώμεθα  τῇ  ἀληθείᾳ. 

Diotrephes and Demetrius

Ἔγραψά  τι  τῇ  ἐκκλησίᾳ·  ἀλλ’    φιλοπρωτεύων  αὐτῶν  Διοτρεφὴς  οὐκ  ἐπιδέχεται  ἡμᾶς.  10 διὰ  τοῦτο,  ἐὰν  ἔλθω,  ὑπομνήσω  αὐτοῦ  τὰ  ἔργα    ποιεῖ  λόγοις  πονηροῖς  φλυαρῶν  ἡμᾶς,  καὶ  μὴ  ἀρκούμενος  ἐπὶ  τούτοις  οὔτε  αὐτὸς  ἐπιδέχεται  τοὺς  ἀδελφοὺς  καὶ  τοὺς  βουλομένους  κωλύει  καὶ  ἐκ  τῆς  ἐκκλησίας  ἐκβάλλει. 

11 Ἀγαπητέ,  μὴ  μιμοῦ  τὸ  κακὸν  ἀλλὰ  τὸ  ἀγαθόν.    ἀγαθοποιῶν  ἐκ  τοῦ  Θεοῦ  ἐστιν·    κακοποιῶν  οὐχ  ἑώρακεν  τὸν  Θεόν.  12 Δημητρίῳ  μεμαρτύρηται  ὑπὸ  πάντων  καὶ  ὑπὸ  αὐτῆς  τῆς  ἀληθείας·  καὶ  ἡμεῖς  δὲ  μαρτυροῦμεν,  καὶ  οἶδας  ὅτι    μαρτυρία  ἡμῶν  ἀληθής  ἐστιν. 

Conclusion

13 Πολλὰ  εἶχον  γράψαι  σοι,  ἀλλ’  οὐ  θέλω  διὰ  μέλανος  καὶ  καλάμου  σοι  γράφειν· 

14 ἐλπίζω  δὲ  εὐθέως  σε  ἰδεῖν,  καὶ  στόμα  πρὸς  στόμα  λαλήσομεν.  Εἰρήνη  σοι.  ἀσπάζονταί  σε  οἱ  φίλοι.  ἀσπάζου  τοὺς  φίλους  κατ’  ὄνομα. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

2 John 1
Top of Page
Top of Page