ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 3
1 Corinthians 3 Stephanus TR
1Καὶ ἐγώ, ἀδελφοί οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκικοῖς ὡς νηπίοις ἐν Χριστῷ 2γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα οὔπω γὰρ ἠδύνασθε ἀλλ' οὖτε ἔτι νῦν δύνασθε 3ἔτι γὰρ σαρκικοί ἐστε ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε 4ὅταν γὰρ λέγῃ τις Ἐγὼ μέν εἰμι Παύλου ἕτερος δέ Ἐγὼ Ἀπολλῶ οὐχὶ σαρκικοί ἐστε

5τίς οὖν ἐστιν Παῦλος τίς δέ Ἀπολλῶς ἀλλ' ἢ διάκονοι δι' ὧν ἐπιστεύσατε καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν 6ἐγὼ ἐφύτευσα Ἀπολλῶς ἐπότισεν ἀλλ' ὁ θεὸς ηὔξανεν· 7ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων ἀλλ' ὁ αὐξάνων θεός 8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον· 9θεοῦ γάρ ἐσμεν συνεργοί θεοῦ γεώργιον θεοῦ οἰκοδομή ἐστε

10Κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ 11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός 12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην 13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν τὸ πῦρ δοκιμάσει 14εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπωκοδόμησεν μισθὸν λήψεται 15εἴ τινος τὸ ἔργον κατακαήσεται ζημιωθήσεται αὐτὸς δὲ σωθήσεται οὕτως δὲ ὡς διὰ πυρός

16οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν 17εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν οἵτινές ἐστε ὑμεῖς

18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω ἵνα γένηται σοφός 19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστιν γέγραπται γάρ Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· 20καὶ πάλιν Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι 21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν 22εἴτε Παῦλος εἴτε Ἀπολλῶς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν, 23ὑμεῖς δὲ Χριστοῦ Χριστὸς δὲ θεοῦ

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
1 Corinthians 2
Top of Page
Top of Page