ΚΑΤΑ ΛΟΥΚΑΝ 19
Luke 19 Stephanus TR
1Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ 2καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν πλούσιος· 3καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν 4καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομωραίαν, ἵνα ἴδῃ αὐτόν ὅτι δι' ἐκείνης ἤμελλεν διέρχεσθαι 5καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτόν, Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι 6καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων 7καὶ ἰδόντες ἅπαντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι 8σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου κύριε δίδωμι τοῖς πτωχοῖς καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν 9εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· 10ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός

11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἰερουσαλὴμ καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι 12εἶπεν οὖν Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι 13καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς Πραγματεύσασθε ἕως ἔρχομαι 14οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς 15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεν τὸ ἀργύριον ἵνα γνῷ τίς τί διεπραγματεύσατο 16παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς 17καὶ εἶπεν αὐτῷ Εὖ, ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων 18καὶ ἦλθεν ὁ δεύτερος λέγων, Κύριε Ἡ μνᾶ σου ἐποίησεν πέντε μνᾶς 19εἶπεν δὲ καὶ τούτῳ Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων 20καὶ ἕτερος ἦλθεν λέγων, Κύριε ἰδού, ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας 22λέγει δὲ αὐτῷ Ἐκ τοῦ στόματός σου κρινῶ σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα 23καὶ διατί οὐκ ἔδωκάς τὸ ἀργύριον μου ἐπὶ τὴν τράπεζαν καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ 24καὶ τοῖς παρεστῶσιν εἶπεν Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι 25καὶ εἶπον αὐτῷ Κύριε ἔχει δέκα μνᾶς 26λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ 27πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε ἔμπροσθέν μου

28Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα

29Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ, 30εἰπὼν, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν λύσαντες αὐτὸν ἀγάγετε 31καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ Διατί λύετε οὕτως ἐρεῖτε αὐτῷ, ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει 32ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς 33λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς Τί λύετε τὸν πῶλον 34οἱ δὲ εἶπον Ὁ κύριος αὐτοῦ χρείαν ἔχει 35καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν 36πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ 37Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων 38λέγοντες Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις 39καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν Διδάσκαλε ἐπιτίμησον τοῖς μαθηταῖς σου 40καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται

41Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτή, 42λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ καὶ γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου· 43ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν 44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν ἐν σοί λίθον ἐπὶ λίθῳ· ἀνθ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου

45Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας, 46λέγων αὐτοῖς, Γέγραπται ὁ οἰκός μου οἰκος προσευχῆς ἐστίν, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν

47Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν ἐν τῷ ἱερῷ οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ 48καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
Luke 18
Top of Page
Top of Page