Luke 3 (WH) / [NA27 variants] 1ΕΝ ΕΤΕΙ δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πειλάτου / Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβειληνῆς / Ἀβιληνῆς τετρααρχοῦντος,
2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καιάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάνην / Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
3καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν,
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαίου τοῦ προφήτου Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας / εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. 7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 10καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες Τί οὖν ποιήσωμεν; 11ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. 12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν Διδάσκαλε, τί ποιήσωμεν; 13ὁ δὲ εἶπεν πρὸς αὐτούς Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. 14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. 15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάνου / Ἰωάννου, μή ͜ ποτε αὐτὸς εἴη ὁ χριστός, 16ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάνης / Ἰωάννης Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί· 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν· 19ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, [καὶ] κατέκλεισεν τὸν Ἰωάνην / Ἰωάννην ἐν φυλακῇ. 21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα. 23Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ τοῦ Ἡλεί / Ἠλὶ 24τοῦ Ματθάτ / Μαθθὰτ τοῦ Λευεί / Λευὶ τοῦ Μελχεί / Μελχὶ τοῦ Ἰανναί τοῦ Ἰωσήφ 25τοῦ Ματταθίου τοῦ Ἀμώς τοῦ Ναούμ τοῦ Ἐσλεί / Ἑσλὶ τοῦ Ναγγαί 26τοῦ Μαάθ τοῦ Ματταθίου τοῦ Σεμεείν / Σεμεῒν τοῦ Ἰωσήχ τοῦ Ἰωδά 27τοῦ Ἰωανάν τοῦ Ῥησά τοῦ Ζοροβάβελ τοῦ Σαλαθιήλ τοῦ Νηρεί / Νηρὶ 28τοῦ Μελχεί / Μελχὶ τοῦ Ἀδδεί / Ἀδδὶ τοῦ Κωσάμ τοῦ Ἐλμαδάμ τοῦ Ἤρ 29τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρείμ / Ἰωρὶμ τοῦ Μαθθάτ τοῦ Λευεί / Λευὶ 30τοῦ Συμεών τοῦ Ἰούδα τοῦ Ἰωσήφ τοῦ Ἰωνάμ τοῦ Ἐλιακείμ / Ἐλιακὶμ 31τοῦ Μελεά τοῦ Μεννά τοῦ Ματταθά τοῦ Ναθάμ τοῦ Δαυείδ / Δαυὶδ 32τοῦ Ἰεσσαί τοῦ Ἰωβήλ / Ἰωβὴδ τοῦ Βοός τοῦ Σαλά τοῦ Ναασσών 33τοῦ Ἀδμείν / Ἀμιναδὰβ τοῦ Ἀρνεί / Ἀδμὶν [τοῦ Ἀρνὶ] τοῦ Ἑσρών / Ἑσρὼμ τοῦ Φαρές τοῦ Ἰούδα 34τοῦ Ἰακώβ τοῦ Ἰσαάκ τοῦ Ἀβραάμ τοῦ Θαρά τοῦ Ναχώρ 35τοῦ Σερούχ τοῦ Ῥαγαύ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά 36τοῦ Καινάμ τοῦ Ἀρφαξάδ τοῦ Σήμ τοῦ Νῶε τοῦ Λάμεχ 37τοῦ Μαθουσαλά τοῦ Ἑνώχ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ τοῦ Καινάμ 38τοῦ Ἐνώς τοῦ Σήθ τοῦ Ἀδάμ τοῦ θεοῦ. Brooke Foss Westcott and Fenton John Anthony Hort, The New Testament in the Original Greek, vol. 1: Text; vol. 2: Introduction [and] Appendix (Cambridge: Macmillan, 1881). [Variants]: Nestle-Aland Novum Testamentum Graece. 27th ed. Stuttgart: (Deutsche Bibelgesellschaft, 1993). Bible Hub |