1 Corinthians 3
Study Bible
Paul and Apollos God's Fellow Workers

Κἀγώ,  ἀδελφοί,  οὐκ  ἠδυνήθην  λαλῆσαι  ὑμῖν  ὡς  πνευματικοῖς  ἀλλ’  ὡς  σαρκίνοις,  ὡς  νηπίοις  ἐν  Χριστῷ.  γάλα  ὑμᾶς  ἐπότισα,  οὐ  βρῶμα·  οὔπω  γὰρ  ἐδύνασθε.  Ἀλλ’  οὐδὲ  ἔτι  νῦν  δύνασθε,  ἔτι  γὰρ  σαρκικοί  ἐστε.  ὅπου  γὰρ  ἐν  ὑμῖν  ζῆλος  καὶ  ἔρις,  οὐχὶ  σαρκικοί  ἐστε  καὶ  κατὰ  ἄνθρωπον  περιπατεῖτε;  ὅταν  γὰρ  λέγῃ  τις  Ἐγὼ  μέν  εἰμι  Παύλου,  ἕτερος  δέ  Ἐγὼ  Ἀπολλῶ,  οὐκ  ἄνθρωποί  ἐστε; 

τί  οὖν  ἐστιν  Ἀπολλῶς;  τί  δέ  ἐστιν  Παῦλος;  διάκονοι  δι’  ὧν  ἐπιστεύσατε,  καὶ  ἑκάστῳ  ὡς    Κύριος  ἔδωκεν.  ἐγὼ  ἐφύτευσα,  Ἀπολλῶς  ἐπότισεν,  ἀλλὰ    Θεὸς  ηὔξανεν·  ὥστε  οὔτε    φυτεύων  ἐστίν  τι  οὔτε    ποτίζων,  ἀλλ’    αὐξάνων  Θεός.    φυτεύων  δὲ  καὶ    ποτίζων  ἕν  εἰσιν,  ἕκαστος  δὲ  τὸν  ἴδιον  μισθὸν  λήμψεται  κατὰ  τὸν  ἴδιον  κόπον.  Θεοῦ  γάρ  ἐσμεν  συνεργοί·  Θεοῦ  γεώργιον,  Θεοῦ  οἰκοδομή  ἐστε. 

Christ the Only Foundation

10 Κατὰ  τὴν  χάριν  τοῦ  Θεοῦ  τὴν  δοθεῖσάν  μοι  ὡς  σοφὸς  ἀρχιτέκτων  θεμέλιον  ἔθηκα,  ἄλλος  δὲ  ἐποικοδομεῖ.  ἕκαστος  δὲ  βλεπέτω  πῶς  ἐποικοδομεῖ.  11 θεμέλιον  γὰρ  ἄλλον  οὐδεὶς  δύναται  θεῖναι  παρὰ  τὸν  κείμενον,  ὅς  ἐστιν  Ἰησοῦς  Χριστός.  12 εἰ  δέ  τις  ἐποικοδομεῖ  ἐπὶ  τὸν  θεμέλιον  χρυσόν*,  ἄργυρον*,  λίθους  τιμίους,  ξύλα,  χόρτον,  καλάμην,  13 ἑκάστου  τὸ  ἔργον  φανερὸν  γενήσεται·    γὰρ  ἡμέρα  δηλώσει,  ὅτι  ἐν  πυρὶ  ἀποκαλύπτεται,  καὶ  ἑκάστου  τὸ  ἔργον  ὁποῖόν  ἐστιν  τὸ  πῦρ  αὐτὸ  δοκιμάσει.  14 εἴ  τινος  τὸ  ἔργον  μενεῖ    ἐποικοδόμησεν,  μισθὸν  λήμψεται·  15 εἴ  τινος  τὸ  ἔργον  κατακαήσεται,  ζημιωθήσεται,  αὐτὸς  δὲ  σωθήσεται,  οὕτως  δὲ  ὡς  διὰ  πυρός. 

You are God's Temple

16 Οὐκ  οἴδατε  ὅτι  ναὸς  Θεοῦ  ἐστε  καὶ  τὸ  Πνεῦμα  τοῦ  Θεοῦ  «ἐν  ὑμῖν» ⇔  οἰκεῖ;  17 εἴ  τις  τὸν  ναὸν  τοῦ  Θεοῦ  φθείρει,  φθερεῖ  τοῦτον    Θεός·    γὰρ  ναὸς  τοῦ  Θεοῦ  ἅγιός  ἐστιν,  οἵτινές  ἐστε  ὑμεῖς. 

18 Μηδεὶς  ἑαυτὸν  ἐξαπατάτω·  εἴ  τις  δοκεῖ  σοφὸς  εἶναι  ἐν  ὑμῖν  ἐν  τῷ  αἰῶνι  τούτῳ,  μωρὸς  γενέσθω,  ἵνα  γένηται  σοφός, 

Worldly Wisdom is Foolishness to God

19   γὰρ  σοφία  τοῦ  κόσμου  τούτου  μωρία  παρὰ  τῷ  Θεῷ  ἐστιν.  γέγραπται  γάρ    δρασσόμενος  τοὺς  σοφοὺς  ἐν  τῇ  πανουργίᾳ  αὐτῶν·  20 καὶ  πάλιν  Κύριος  γινώσκει  τοὺς  διαλογισμοὺς  τῶν  σοφῶν,  ὅτι  εἰσὶν  μάταιοι.  21 ὥστε  μηδεὶς  καυχάσθω  ἐν  ἀνθρώποις·  πάντα  γὰρ  ὑμῶν  ἐστιν,  22 εἴτε  Παῦλος  εἴτε  Ἀπολλῶς  εἴτε  Κηφᾶς,  εἴτε  κόσμος  εἴτε  ζωὴ  εἴτε  θάνατος,  εἴτε  ἐνεστῶτα  εἴτε  μέλλοντα,  πάντα  ὑμῶν,  23 ὑμεῖς  δὲ  Χριστοῦ,  Χριστὸς  δὲ  Θεοῦ. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

1 Corinthians 2
Top of Page
Top of Page