Hebrews 12
Study Bible
Run with Perseverance

Τοιγαροῦν  καὶ  ἡμεῖς,  τοσοῦτον  ἔχοντες  περικείμενον  ἡμῖν  νέφος  μαρτύρων,  ὄγκον  ἀποθέμενοι  πάντα  καὶ  τὴν  εὐπερίστατον  ἁμαρτίαν,  δι’  ὑπομονῆς  τρέχωμεν  τὸν  προκείμενον  ἡμῖν  ἀγῶνα,  ἀφορῶντες  εἰς  τὸν  τῆς  πίστεως  ἀρχηγὸν  καὶ  τελειωτὴν  Ἰησοῦν,  ὃς  ἀντὶ  τῆς  προκειμένης  αὐτῷ  χαρᾶς  ὑπέμεινεν  σταυρὸν  αἰσχύνης  καταφρονήσας,  ἐν  δεξιᾷ  τε  τοῦ  θρόνου  τοῦ  Θεοῦ  κεκάθικεν. 

ἀναλογίσασθε  γὰρ  τὸν  τοιαύτην  ὑπομεμενηκότα  ὑπὸ  τῶν  ἁμαρτωλῶν  εἰς  ἑαυτὸν  ἀντιλογίαν,  ἵνα  μὴ  κάμητε  ταῖς  ψυχαῖς  ὑμῶν  ἐκλυόμενοι. 

God Disciplines His Sons

Οὔπω  μέχρις  αἵματος  ἀντικατέστητε  πρὸς  τὴν  ἁμαρτίαν  ἀνταγωνιζόμενοι, 

καὶ  ἐκλέλησθε  τῆς  παρακλήσεως,  ἥτις  ὑμῖν  ὡς  υἱοῖς  διαλέγεται  Υἱέ  μου,  μὴ  ὀλιγώρει  παιδείας  Κυρίου,  μηδὲ  ἐκλύου  ὑπ’  αὐτοῦ  ἐλεγχόμενος· 

ὃν  γὰρ  ἀγαπᾷ  Κύριος  παιδεύει,  μαστιγοῖ  δὲ  πάντα  υἱὸν  ὃν  παραδέχεται. 

εἰς  παιδείαν  ὑπομένετε·  ὡς  υἱοῖς  ὑμῖν  προσφέρεται    Θεός·  τίς  γὰρ  υἱὸς  ὃν  οὐ  παιδεύει  πατήρ;  εἰ  δὲ  χωρίς  ἐστε  παιδείας,  ἧς  μέτοχοι  γεγόνασιν  πάντες,  ἄρα  νόθοι  καὶ  οὐχ  υἱοί  ἐστε.  εἶτα  τοὺς  μὲν  τῆς  σαρκὸς  ἡμῶν  πατέρας  εἴχομεν  παιδευτὰς  καὶ  ἐνετρεπόμεθα·  οὐ  πολὺ  [δὲ]  μᾶλλον  ὑποταγησόμεθα  τῷ  Πατρὶ  τῶν  πνευμάτων  καὶ  ζήσομεν;  10 οἱ  μὲν  γὰρ  πρὸς  ὀλίγας  ἡμέρας  κατὰ  τὸ  δοκοῦν  αὐτοῖς  ἐπαίδευον,    δὲ  ἐπὶ  τὸ  συμφέρον  εἰς  τὸ  μεταλαβεῖν  τῆς  ἁγιότητος  αὐτοῦ.  11 πᾶσα  δὲ**  παιδεία  πρὸς  μὲν  τὸ  παρὸν  οὐ  δοκεῖ  χαρᾶς  εἶναι  ἀλλὰ  λύπης,  ὕστερον  δὲ  καρπὸν  εἰρηνικὸν  τοῖς  δι’  αὐτῆς  γεγυμνασμένοις  ἀποδίδωσιν  δικαιοσύνης. 

12 Διὸ  τὰς  παρειμένας  χεῖρας  καὶ  τὰ  παραλελυμένα  γόνατα  ἀνορθώσατε,  13 καὶ  τροχιὰς  ὀρθὰς  ποιεῖτε  τοῖς  ποσὶν  ὑμῶν,  ἵνα  μὴ  τὸ  χωλὸν  ἐκτραπῇ,  ἰαθῇ  δὲ  μᾶλλον. 

A Call to Holiness

14 Εἰρήνην  διώκετε  μετὰ  πάντων,  καὶ  τὸν  ἁγιασμόν,  οὗ  χωρὶς  οὐδεὶς  ὄψεται  τὸν  Κύριον,  15 ἐπισκοποῦντες  μή  τις  ὑστερῶν  ἀπὸ  τῆς  χάριτος  τοῦ  Θεοῦ,  μή  τις  ῥίζα  πικρίας  ἄνω  φύουσα  ἐνοχλῇ  καὶ  δι’*  αὐτῆς*  μιανθῶσιν  〈οἱ〉  πολλοί,  16 μή  τις  πόρνος    βέβηλος  ὡς  Ἠσαῦ,  ὃς  ἀντὶ  βρώσεως  μιᾶς  ἀπέδετο  τὰ  πρωτοτόκια  ἑαυτοῦ.  17 ἴστε  γὰρ  ὅτι  καὶ  μετέπειτα  θέλων  κληρονομῆσαι  τὴν  εὐλογίαν  ἀπεδοκιμάσθη,  μετανοίας  γὰρ  τόπον  οὐχ  εὗρεν,  καίπερ  μετὰ  δακρύων  ἐκζητήσας  αὐτήν. 

Our Kingdom Cannot Be Shaken

18 Οὐ  γὰρ  προσεληλύθατε  ψηλαφωμένῳ  καὶ  κεκαυμένῳ  πυρὶ  καὶ  γνόφῳ  καὶ  ζόφῳ  καὶ  θυέλλῃ  19 καὶ  σάλπιγγος  ἤχῳ  καὶ  φωνῇ  ῥημάτων,  ἧς  οἱ  ἀκούσαντες  παρῃτήσαντο  μὴ  προστεθῆναι  αὐτοῖς  λόγον·  20 οὐκ  ἔφερον  γὰρ  τὸ  διαστελλόμενον  Κἂν  θηρίον  θίγῃ  τοῦ  ὄρους,  λιθοβοληθήσεται·  21 καί,  οὕτω  φοβερὸν  ἦν  τὸ  φανταζόμενον,  Μωϋσῆς  εἶπεν  Ἔκφοβός  εἰμι  καὶ  ἔντρομος·  22 ἀλλὰ  προσεληλύθατε  Σιὼν  ὄρει  καὶ  πόλει  Θεοῦ  ζῶντος,  Ἰερουσαλὴμ*  ἐπουρανίῳ,  καὶ  μυριάσιν  ἀγγέλων,  23 πανηγύρει  καὶ  ἐκκλησίᾳ  πρωτοτόκων  ἀπογεγραμμένων  ἐν  οὐρανοῖς,  καὶ  Κριτῇ  Θεῷ  πάντων,  καὶ  πνεύμασι  δικαίων  τετελειωμένων,  24 καὶ  διαθήκης  νέας  μεσίτῃ  Ἰησοῦ,  καὶ  αἵματι  ῥαντισμοῦ  κρεῖττον  λαλοῦντι  παρὰ  τὸν  Ἅβελ*. 

25 Βλέπετε  μὴ  παραιτήσησθε  τὸν  λαλοῦντα·  εἰ  γὰρ  ἐκεῖνοι  οὐκ  ἐξέφυγον  ἐπὶ  γῆς  παραιτησάμενοι  τὸν  χρηματίζοντα,  πολὺ  μᾶλλον  ἡμεῖς  οἱ  τὸν  ἀπ’  οὐρανῶν  ἀποστρεφόμενοι·  26 οὗ    φωνὴ  τὴν  γῆν  ἐσάλευσεν  τότε,  νῦν  δὲ  ἐπήγγελται  λέγων  Ἔτι  ἅπαξ  ἐγὼ  σείσω  οὐ  μόνον  τὴν  γῆν  ἀλλὰ  καὶ  τὸν  οὐρανόν.  27 τὸ  δὲ  Ἔτι  ἅπαξ  δηλοῖ  τὴν  τῶν  σαλευομένων  μετάθεσιν  ὡς  πεποιημένων,  ἵνα  μείνῃ  τὰ  μὴ  σαλευόμενα.  28 Διὸ  βασιλείαν  ἀσάλευτον  παραλαμβάνοντες  ἔχωμεν  χάριν,  δι’  ἧς  λατρεύωμεν  εὐαρέστως  τῷ  Θεῷ,  μετὰ  εὐλαβείας  καὶ  δέους·  29 καὶ  γὰρ    Θεὸς  ἡμῶν  πῦρ  καταναλίσκον. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Hebrews 11
Top of Page
Top of Page