James 5
Study Bible
Misuse of Riches

Ἄγε  νῦν  οἱ  πλούσιοι,  κλαύσατε  ὀλολύζοντες  ἐπὶ  ταῖς  ταλαιπωρίαις  ὑμῶν  ταῖς  ἐπερχομέναις.    πλοῦτος  ὑμῶν  σέσηπεν,  καὶ  τὰ  ἱμάτια  ὑμῶν  σητόβρωτα  γέγονεν,    χρυσὸς  ὑμῶν  καὶ    ἄργυρος  κατίωται,  καὶ    ἰὸς  αὐτῶν  εἰς  μαρτύριον  ὑμῖν  ἔσται  καὶ  φάγεται  τὰς  σάρκας  ὑμῶν  ὡς  πῦρ.  ἐθησαυρίσατε  ἐν  ἐσχάταις  ἡμέραις.  ἰδοὺ    μισθὸς  τῶν  ἐργατῶν  τῶν  ἀμησάντων  τὰς  χώρας  ὑμῶν    ἀφυστερημένος  ἀφ’  ὑμῶν  κράζει,  καὶ  αἱ  βοαὶ  τῶν  θερισάντων  εἰς  τὰ  ὦτα  Κυρίου  Σαβαὼθ  εἰσεληλύθασιν*.  ἐτρυφήσατε  ἐπὶ  τῆς  γῆς  καὶ  ἐσπαταλήσατε,  ἐθρέψατε  τὰς  καρδίας  ὑμῶν  ἐν  ἡμέρᾳ  σφαγῆς.  κατεδικάσατε,  ἐφονεύσατε  τὸν  δίκαιον·  οὐκ  ἀντιτάσσεται  ὑμῖν. 

Patience in Suffering

Μακροθυμήσατε  οὖν,  ἀδελφοί,  ἕως  τῆς  παρουσίας  τοῦ  Κυρίου.  ἰδοὺ    γεωργὸς  ἐκδέχεται  τὸν  τίμιον  καρπὸν  τῆς  γῆς,  μακροθυμῶν  ἐπ’  αὐτῷ  ἕως  λάβῃ  πρόϊμον  καὶ  ὄψιμον.  μακροθυμήσατε  καὶ  ὑμεῖς,  στηρίξατε  τὰς  καρδίας  ὑμῶν,  ὅτι    παρουσία  τοῦ  Κυρίου  ἤγγικεν.  μὴ  στενάζετε,  ἀδελφοί,  κατ’  ἀλλήλων,  ἵνα  μὴ  κριθῆτε·  ἰδοὺ    κριτὴς  πρὸ  τῶν  θυρῶν  ἕστηκεν.  10 ὑπόδειγμα  λάβετε,  ἀδελφοί,  τῆς  κακοπαθίας*  καὶ  τῆς  μακροθυμίας  τοὺς  προφήτας,  οἳ  ἐλάλησαν  ἐν  τῷ  ὀνόματι  Κυρίου.  11 ἰδοὺ  μακαρίζομεν  τοὺς  ὑπομείναντας·  τὴν  ὑπομονὴν  Ἰὼβ  ἠκούσατε,  καὶ  τὸ  τέλος  Κυρίου  εἴδετε,  ὅτι  πολύσπλαγχνός  ἐστιν    Κύριος  καὶ  οἰκτίρμων. 

12 Πρὸ  πάντων  δέ,  ἀδελφοί  μου,  μὴ  ὀμνύετε,  μήτε  τὸν  οὐρανὸν  μήτε  τὴν  γῆν  μήτε  ἄλλον  τινὰ  ὅρκον·  ἤτω  δὲ  ὑμῶν  τὸ  Ναὶ  ναί,  καὶ  τὸ  Οὒ  οὔ,  ἵνα  μὴ  ὑπὸ  κρίσιν  πέσητε. 

The Prayer of Faith

13 Κακοπαθεῖ  τις  ἐν  ὑμῖν;  προσευχέσθω·  εὐθυμεῖ  τις;  ψαλλέτω.  14 ἀσθενεῖ  τις  ἐν  ὑμῖν;  προσκαλεσάσθω  τοὺς  πρεσβυτέρους  τῆς  ἐκκλησίας,  καὶ  προσευξάσθωσαν  ἐπ’  αὐτὸν  ἀλείψαντες  ‹αὐτὸν›  ἐλαίῳ  ἐν  τῷ  ὀνόματι  τοῦ  Κυρίου.  15 καὶ    εὐχὴ  τῆς  πίστεως  σώσει  τὸν  κάμνοντα,  καὶ  ἐγερεῖ  αὐτὸν    Κύριος·  κἂν  ἁμαρτίας    πεποιηκώς,  ἀφεθήσεται  αὐτῷ.  16 ἐξομολογεῖσθε  οὖν  ἀλλήλοις  τὰς  ἁμαρτίας,  καὶ  εὔχεσθε**  ὑπὲρ  ἀλλήλων,  ὅπως  ἰαθῆτε.  πολὺ  ἰσχύει  δέησις  δικαίου  ἐνεργουμένη.  17 Ἠλίας*  ἄνθρωπος  ἦν  ὁμοιοπαθὴς  ἡμῖν,  καὶ  προσευχῇ  προσηύξατο  τοῦ  μὴ  βρέξαι,  καὶ  οὐκ  ἔβρεξεν  ἐπὶ  τῆς  γῆς  ἐνιαυτοὺς  τρεῖς  καὶ  μῆνας  ἕξ·  18 καὶ  πάλιν  προσηύξατο,  καὶ    οὐρανὸς  ὑετὸν  ἔδωκεν  καὶ    γῆ  ἐβλάστησεν  τὸν  καρπὸν  αὐτῆς. 

Restoring a Sinner

19 Ἀδελφοί  μου,  ἐάν  τις  ἐν  ὑμῖν  πλανηθῇ  ἀπὸ  τῆς  ἀληθείας  καὶ  ἐπιστρέψῃ  τις  αὐτόν,  20 γινωσκέτω*  ὅτι    ἐπιστρέψας  ἁμαρτωλὸν  ἐκ  πλάνης  ὁδοῦ  αὐτοῦ  σώσει  ψυχὴν  αὐτοῦ  ἐκ  θανάτου  καὶ  καλύψει  πλῆθος  ἁμαρτιῶν. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

James 4
Top of Page
Top of Page