Luke 13
Study Bible
A Call to Repentance

Παρῆσαν  δέ  τινες  ἐν  αὐτῷ  τῷ  καιρῷ  ἀπαγγέλλοντες  αὐτῷ  περὶ  τῶν  Γαλιλαίων  ὧν  τὸ  αἷμα  Πιλᾶτος*  ἔμιξεν  μετὰ  τῶν  θυσιῶν  αὐτῶν.  καὶ  ἀποκριθεὶς  εἶπεν  αὐτοῖς  Δοκεῖτε  ὅτι  οἱ  Γαλιλαῖοι  οὗτοι  ἁμαρτωλοὶ  παρὰ  πάντας  τοὺς  Γαλιλαίους  ἐγένοντο,  ὅτι  ταῦτα  πεπόνθασιν;  οὐχί,  λέγω  ὑμῖν,  ἀλλ’  ἐὰν  μὴ  μετανοῆτε,  πάντες  ὁμοίως  ἀπολεῖσθε.    ἐκεῖνοι  οἱ  δέκα‿  οκτὼ  ἐφ’  οὓς  ἔπεσεν    πύργος  ἐν  τῷ  Σιλωὰμ  καὶ  ἀπέκτεινεν  αὐτούς,  δοκεῖτε  ὅτι  αὐτοὶ  ὀφειλέται  ἐγένοντο  παρὰ  πάντας  τοὺς  ἀνθρώπους  τοὺς  κατοικοῦντας  Ἰερουσαλήμ*;  οὐχί,  λέγω  ὑμῖν,  ἀλλ’  ἐὰν  μὴ  μετανοῆτε*,  πάντες  ὡσαύτως  ἀπολεῖσθε. 

The Parable of the Barren Fig Tree

Ἔλεγεν  δὲ  ταύτην  τὴν  παραβολήν.  συκῆν  εἶχέν  τις  πεφυτευμένην  ἐν  τῷ  ἀμπελῶνι  αὐτοῦ,  καὶ  ἦλθεν  ζητῶν  καρπὸν  ἐν  αὐτῇ  καὶ  οὐχ  εὗρεν.  εἶπεν  δὲ  πρὸς  τὸν  ἀμπελουργόν  Ἰδοὺ  τρία  ἔτη  ἀφ’  οὗ  ἔρχομαι  ζητῶν  καρπὸν  ἐν  τῇ  συκῇ  ταύτῃ  καὶ  οὐχ  εὑρίσκω·  ἔκκοψον  [οὖν]  αὐτήν·  ἵνα‿  τί  καὶ  τὴν  γῆν  καταργεῖ;    δὲ  ἀποκριθεὶς  λέγει  αὐτῷ  Κύριε,  ἄφες  αὐτὴν  καὶ  τοῦτο  τὸ  ἔτος,  ἕως  ὅτου  σκάψω  περὶ  αὐτὴν  καὶ  βάλω  κόπρια,  κἂν  μὲν  ποιήσῃ  καρπὸν  εἰς  τὸ  μέλλον·  εἰ  δὲ  μή¦γε,  ἐκκόψεις  αὐτήν. 

Jesus Heals a Woman on the Sabbath

10 Ἦν  δὲ  διδάσκων  ἐν  μιᾷ  τῶν  συναγωγῶν  ἐν  τοῖς  σάββασιν.  11 καὶ  ἰδοὺ  γυνὴ  πνεῦμα  ἔχουσα  ἀσθενείας  ἔτη  δέκα‿  οκτώ,  καὶ  ἦν  συνκύπτουσα  καὶ  μὴ  δυναμένη  ἀνακύψαι  εἰς  τὸ  παντελές.  12 ἰδὼν  δὲ  αὐτὴν    Ἰησοῦς  προσεφώνησεν  καὶ  εἶπεν  αὐτῇ  Γύναι,  ἀπολέλυσαι  τῆς  ἀσθενείας  σου,  13 καὶ  ἐπέθηκεν  αὐτῇ  τὰς  χεῖρας·  καὶ  παραχρῆμα  ἀνωρθώθη*,  καὶ  ἐδόξαζεν  τὸν  Θεόν.  14 ἀποκριθεὶς  δὲ    ἀρχισυνάγωγος,  ἀγανακτῶν  ὅτι  τῷ  σαββάτῳ  ἐθεράπευσεν    Ἰησοῦς,  ἔλεγεν  τῷ  ὄχλῳ  ὅτι  Ἓξ  ἡμέραι  εἰσὶν  ἐν  αἷς  δεῖ  ἐργάζεσθαι·  ἐν  αὐταῖς  οὖν  ἐρχόμενοι  θεραπεύεσθε  καὶ  μὴ  τῇ  ἡμέρᾳ  τοῦ  σαββάτου.  15 ἀπεκρίθη  δὲ  αὐτῷ    Κύριος  καὶ  εἶπεν  Ὑποκριταί,  ἕκαστος  ὑμῶν  τῷ  σαββάτῳ  οὐ  λύει  τὸν  βοῦν  αὐτοῦ    τὸν  ὄνον  ἀπὸ  τῆς  φάτνης  καὶ  ἀπαγαγὼν  ποτίζει;  16 ταύτην  δὲ  θυγατέρα  Ἀβραὰμ  οὖσαν,  ἣν  ἔδησεν    Σατανᾶς  ἰδοὺ  δέκα  καὶ  ὀκτὼ  ἔτη,  οὐκ  ἔδει  λυθῆναι  ἀπὸ  τοῦ  δεσμοῦ  τούτου  τῇ  ἡμέρᾳ  τοῦ  σαββάτου;  17 καὶ  ταῦτα  λέγοντος  αὐτοῦ  κατῃσχύνοντο  πάντες  οἱ  ἀντικείμενοι  αὐτῷ,  καὶ  πᾶς    ὄχλος  ἔχαιρεν  ἐπὶ  πᾶσιν  τοῖς  ἐνδόξοις  τοῖς  γινομένοις  ὑπ’  αὐτοῦ. 

The Parable of the Mustard Seed

18 Ἔλεγεν  οὖν  Τίνι  ὁμοία  ἐστὶν    βασιλεία  τοῦ  Θεοῦ,  καὶ  τίνι  ὁμοιώσω  αὐτήν;  19 ὁμοία  ἐστὶν  κόκκῳ  σινάπεως,  ὃν  λαβὼν  ἄνθρωπος  ἔβαλεν  εἰς  κῆπον  ἑαυτοῦ,  καὶ  ηὔξησεν  καὶ  ἐγένετο  εἰς  δένδρον,  καὶ  τὰ  πετεινὰ  τοῦ  οὐρανοῦ  κατεσκήνωσεν  ἐν  τοῖς  κλάδοις  αὐτοῦ. 

20 Καὶ  πάλιν  εἶπεν  Τίνι  ὁμοιώσω  τὴν  βασιλείαν  τοῦ  Θεοῦ;  21 ὁμοία  ἐστὶν  ζύμῃ,  ἣν  λαβοῦσα  γυνὴ  ἔκρυψεν  εἰς  ἀλεύρου  σάτα  τρία,  ἕως  οὗ  ἐζυμώθη  ὅλον. 

The Narrow Gate

22 Καὶ  διεπορεύετο  κατὰ  πόλεις  καὶ  κώμας  διδάσκων  καὶ  πορείαν  ποιούμενος  εἰς  Ἱεροσόλυμα.  23 Εἶπεν  δέ  τις  αὐτῷ  Κύριε,  εἰ  ὀλίγοι  οἱ  σῳζόμενοι;    δὲ  εἶπεν  πρὸς  αὐτούς  24 Ἀγωνίζεσθε  εἰσελθεῖν  διὰ  τῆς  στενῆς  θύρας,  ὅτι  πολλοί,  λέγω  ὑμῖν,  ζητήσουσιν  εἰσελθεῖν  καὶ  οὐκ  ἰσχύσουσιν.  25 ἀφ’  οὗ  ἂν  ἐγερθῇ    οἰκοδεσπότης  καὶ  ἀποκλείσῃ  τὴν  θύραν,  καὶ  ἄρξησθε  ἔξω  ἑστάναι  καὶ  κρούειν  τὴν  θύραν  λέγοντες  Κύριε,  ἄνοιξον  ἡμῖν·  καὶ  ἀποκριθεὶς  ἐρεῖ  ὑμῖν  Οὐκ  οἶδα  ὑμᾶς  πόθεν  ἐστέ.  26 τότε  ἄρξεσθε  λέγειν  Ἐφάγομεν  ἐνώπιόν  σου  καὶ  ἐπίομεν,  καὶ  ἐν  ταῖς  πλατείαις  ἡμῶν  ἐδίδαξας·  27 καὶ  ἐρεῖ  λέγων  ὑμῖν  Οὐκ  οἶδα  [ὑμᾶς]  πόθεν  ἐστέ·  ἀπόστητε  ἀπ’  ἐμοῦ  πάντες  ἐργάται  ἀδικίας.  28 ἐκεῖ  ἔσται    κλαυθμὸς  καὶ    βρυγμὸς  τῶν  ὀδόντων,  ὅταν  ὄψησθε  Ἀβραὰμ  καὶ  Ἰσαὰκ  καὶ  Ἰακὼβ  καὶ  πάντας  τοὺς  προφήτας  ἐν  τῇ  βασιλείᾳ  τοῦ  Θεοῦ,  ὑμᾶς  δὲ  ἐκβαλλομένους  ἔξω.  29 καὶ  ἥξουσιν  ἀπὸ  ἀνατολῶν  καὶ  δυσμῶν  καὶ  ἀπὸ  βορρᾶ  καὶ  νότου,  καὶ  ἀνακλιθήσονται  ἐν  τῇ  βασιλείᾳ  τοῦ  Θεοῦ.  30 καὶ  ἰδοὺ  εἰσὶν  ἔσχατοι  οἳ  ἔσονται  πρῶτοι,  καὶ  εἰσὶν  πρῶτοι  οἳ  ἔσονται  ἔσχατοι. 

Lament over Jerusalem

31 Ἐν  αὐτῇ  τῇ  ὥρᾳ  προσῆλθάν  τινες  Φαρισαῖοι  λέγοντες  αὐτῷ  Ἔξελθε  καὶ  πορεύου  ἐντεῦθεν,  ὅτι  Ἡρῴδης  θέλει  σε  ἀποκτεῖναι.  32 καὶ  εἶπεν  αὐτοῖς  Πορευθέντες  εἴπατε  τῇ  ἀλώπεκι  ταύτῃ  Ἰδοὺ  ἐκβάλλω  δαιμόνια  καὶ  ἰάσεις  ἀποτελῶ  σήμερον  καὶ  αὔριον,  καὶ  τῇ  τρίτῃ  τελειοῦμαι.  33 πλὴν  δεῖ  με  σήμερον  καὶ  αὔριον  καὶ  τῇ  ἐχομένῃ  πορεύεσθαι,  ὅτι  οὐκ  ἐνδέχεται  προφήτην  ἀπολέσθαι  ἔξω  Ἰερουσαλήμ*.  34 Ἰερουσαλὴμ*  Ἰερουσαλήμ*,    ἀποκτείνουσα  τοὺς  προφήτας  καὶ  λιθοβολοῦσα  τοὺς  ἀπεσταλμένους  πρὸς  αὐτήν,  ποσάκις  ἠθέλησα  ἐπισυνάξαι  τὰ  τέκνα  σου  ὃν  τρόπον  ὄρνις  τὴν  ἑαυτῆς  νοσσιὰν  ὑπὸ  τὰς  πτέρυγας,  καὶ  οὐκ  ἠθελήσατε.  35 ἰδοὺ  ἀφίεται  ὑμῖν    οἶκος  ὑμῶν.  λέγω  δὲ  ὑμῖν,  οὐ  μὴ  ἴδητέ  με  ἕως  ἥξει  ὅτε  εἴπητε  Εὐλογημένος    ἐρχόμενος  ἐν  ὀνόματι  Κυρίου. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Luke 12
Top of Page
Top of Page