Titus 3
Study Bible
Obedience to Authorities

Ὑπομίμνῃσκε  αὐτοὺς  ἀρχαῖς  ἐξουσίαις  ὑποτάσσεσθαι,  πειθαρχεῖν,  πρὸς  πᾶν  ἔργον  ἀγαθὸν  ἑτοίμους  εἶναι,  μηδένα  βλασφημεῖν,  ἀμάχους  εἶναι,  ἐπιεικεῖς,  πᾶσαν  ἐνδεικνυμένους  πραΰτητα  πρὸς  πάντας  ἀνθρώπους. 

God's Mercy to Us

Ἦμεν  γάρ  ποτε  καὶ  ἡμεῖς  ἀνόητοι,  ἀπειθεῖς,  πλανώμενοι,  δουλεύοντες  ἐπιθυμίαις  καὶ  ἡδοναῖς  ποικίλαις,  ἐν  κακίᾳ  καὶ  φθόνῳ  διάγοντες,  στυγητοί,  μισοῦντες  ἀλλήλους.  ὅτε  δὲ    χρηστότης  καὶ    φιλανθρωπία  ἐπεφάνη  τοῦ  Σωτῆρος  ἡμῶν  Θεοῦ,  οὐκ  ἐξ  ἔργων  τῶν  ἐν  δικαιοσύνῃ    ἐποιήσαμεν  ἡμεῖς  ἀλλὰ  κατὰ  τὸ  αὐτοῦ  ἔλεος  ἔσωσεν  ἡμᾶς  διὰ  λουτροῦ  παλινγενεσίας  καὶ  ἀνακαινώσεως  Πνεύματος  Ἁγίου,  οὗ  ἐξέχεεν  ἐφ’  ἡμᾶς  πλουσίως  διὰ  Ἰησοῦ  Χριστοῦ  τοῦ  Σωτῆρος  ἡμῶν,  ἵνα  δικαιωθέντες  τῇ  ἐκείνου  χάριτι  κληρονόμοι  γενηθῶμεν  κατ’  ἐλπίδα  ζωῆς  αἰωνίου.  Πιστὸς    λόγος,  καὶ  περὶ  τούτων  βούλομαί  σε  διαβεβαιοῦσθαι,  ἵνα  φροντίζωσιν  καλῶν  ἔργων  προΐστασθαι  οἱ  πεπιστευκότες  Θεῷ.  ταῦτά  ἐστιν  καλὰ  καὶ  ὠφέλιμα  τοῖς  ἀνθρώποις· 

Avoiding Divisions

μωρὰς  δὲ  ζητήσεις  καὶ  γενεαλογίας  καὶ  ἔρεις*  καὶ  μάχας  νομικὰς  περιΐστασο·  εἰσὶν  γὰρ  ἀνωφελεῖς  καὶ  μάταιοι.  10 αἱρετικὸν  ἄνθρωπον  μετὰ  μίαν  καὶ  δευτέραν  νουθεσίαν  παραιτοῦ,  11 εἰδὼς  ὅτι  ἐξέστραπται    τοιοῦτος  καὶ  ἁμαρτάνει,  ὢν  αὐτοκατάκριτος. 

Final Remarks and Greetings

12 Ὅταν  πέμψω  Ἀρτεμᾶν  πρὸς  σὲ    Τυχικόν,  σπούδασον  ἐλθεῖν  πρός  με  εἰς  Νικόπολιν·  ἐκεῖ  γὰρ  κέκρικα  παραχειμάσαι.  13 Ζηνᾶν  τὸν  νομικὸν  καὶ  Ἀπολλῶν  σπουδαίως  πρόπεμψον,  ἵνα  μηδὲν  αὐτοῖς  λείπῃ.  14 μανθανέτωσαν  δὲ  καὶ  οἱ  ἡμέτεροι  καλῶν  ἔργων  προΐστασθαι  εἰς  τὰς  ἀναγκαίας  χρείας,  ἵνα  μὴ  ὦσιν  ἄκαρποι. 

15 Ἀσπάζονταί  σε  οἱ  μετ’  ἐμοῦ  πάντες.  ἄσπασαι  τοὺς  φιλοῦντας  ἡμᾶς  ἐν  πίστει.    χάρις  μετὰ  πάντων  ὑμῶν.  ⧼Ἀμήν⧽. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Titus 2
Top of Page
Top of Page