1 Timothy 5
Study Bible
Guidelines for Reproof

Πρεσβυτέρῳ  μὴ  ἐπιπλήξῃς,  ἀλλὰ  παρακάλει  ὡς  πατέρα,  νεωτέρους  ὡς  ἀδελφούς,  πρεσβυτέρας  ὡς  μητέρας,  νεωτέρας  ὡς  ἀδελφὰς  ἐν  πάσῃ  ἁγνείᾳ. 

Honoring Widows

Χήρας  τίμα  τὰς  ὄντως  χήρας.  εἰ  δέ  τις  χήρα  τέκνα    ἔκγονα  ἔχει,  μανθανέτωσαν  πρῶτον  τὸν  ἴδιον  οἶκον  εὐσεβεῖν  καὶ  ἀμοιβὰς  ἀποδιδόναι  τοῖς  προγόνοις·  τοῦτο  γάρ  ἐστιν  ἀπόδεκτον  ἐνώπιον  τοῦ  Θεοῦ.    δὲ  ὄντως  χήρα  καὶ  μεμονωμένη  ἤλπικεν  ἐπὶ  (τὸν)  Θεὸν  καὶ  προσμένει  ταῖς  δεήσεσιν  καὶ  ταῖς  προσευχαῖς  νυκτὸς  καὶ  ἡμέρας·    δὲ  σπαταλῶσα  ζῶσα  τέθνηκεν.  καὶ  ταῦτα  παράγγελλε,  ἵνα  ἀνεπίλημπτοι  ὦσιν.  εἰ  δέ  τις  τῶν  ἰδίων  καὶ  μάλιστα  οἰκείων  οὐ  προνοεῖ,  τὴν  πίστιν  ἤρνηται  καὶ  ἔστιν  ἀπίστου  χείρων. 

Χήρα  καταλεγέσθω  μὴ  ἔλαττον  ἐτῶν  ἑξήκοντα  γεγονυῖα,  ἑνὸς  ἀνδρὸς  γυνή,  10 ἐν  ἔργοις  καλοῖς  μαρτυρουμένη,  εἰ  ἐτεκνοτρόφησεν,  εἰ  ἐξενοδόχησεν,  εἰ  ἁγίων  πόδας  ἔνιψεν,  εἰ  θλιβομένοις  ἐπήρκεσεν,  εἰ  παντὶ  ἔργῳ  ἀγαθῷ  ἐπηκολούθησεν.  11 νεωτέρας  δὲ  χήρας  παραιτοῦ·  ὅταν  γὰρ  καταστρηνιάσωσιν  τοῦ  Χριστοῦ,  γαμεῖν  θέλουσιν,  12 ἔχουσαι  κρίμα  ὅτι  τὴν  πρώτην  πίστιν  ἠθέτησαν·  13 ἅμα  δὲ  καὶ  ἀργαὶ  μανθάνουσιν,  περιερχόμεναι  τὰς  οἰκίας,  οὐ  μόνον  δὲ  ἀργαὶ  ἀλλὰ  καὶ  φλύαροι  καὶ  περίεργοι,  λαλοῦσαι  τὰ  μὴ  δέοντα.  14 βούλομαι  οὖν  νεωτέρας  γαμεῖν,  τεκνογονεῖν,  οἰκοδεσποτεῖν,  μηδεμίαν  ἀφορμὴν  διδόναι  τῷ  ἀντικειμένῳ  λοιδορίας  χάριν·  15 ἤδη  γάρ  τινες  ἐξετράπησαν  ὀπίσω  τοῦ  Σατανᾶ.  16 εἴ  τις  πιστὴ  ἔχει  χήρας,  ἐπαρκείτω  αὐταῖς,  καὶ  μὴ  βαρείσθω    ἐκκλησία,  ἵνα  ταῖς  ὄντως  χήραις  ἐπαρκέσῃ. 

Honoring Elders

17 Οἱ  καλῶς  προεστῶτες  πρεσβύτεροι  διπλῆς  τιμῆς  ἀξιούσθωσαν,  μάλιστα  οἱ  κοπιῶντες  ἐν  λόγῳ  καὶ  διδασκαλίᾳ.  18 λέγει  γὰρ    γραφή  Βοῦν  ἀλοῶντα  οὐ  φιμώσεις,  καί  Ἄξιος    ἐργάτης  τοῦ  μισθοῦ  αὐτοῦ.  19 κατὰ  πρεσβυτέρου  κατηγορίαν  μὴ  παραδέχου,  ἐκτὸς  εἰ  μὴ  ἐπὶ  δύο    τριῶν  μαρτύρων.  20 Τοὺς  (δὲ)  ἁμαρτάνοντας  ἐνώπιον  πάντων  ἔλεγχε,  ἵνα  καὶ  οἱ  λοιποὶ  φόβον  ἔχωσιν. 

A Charge to Timothy

21 διαμαρτύρομαι  ἐνώπιον  τοῦ  Θεοῦ  καὶ  Χριστοῦ  Ἰησοῦ  καὶ  τῶν  ἐκλεκτῶν  ἀγγέλων  ἵνα  ταῦτα  φυλάξῃς  χωρὶς  προκρίματος,  μηδὲν  ποιῶν  κατὰ  πρόσκλισιν.  22 Χεῖρας  ταχέως  μηδενὶ  ἐπιτίθει,  μηδὲ  κοινώνει  ἁμαρτίαις  ἀλλοτρίαις·  σεαυτὸν  ἁγνὸν  τήρει. 

23 Μηκέτι  ὑδροπότει,  ἀλλὰ  οἴνῳ  ὀλίγῳ  χρῶ  διὰ  τὸν  στόμαχον  καὶ  τὰς  πυκνάς  σου  ἀσθενείας. 

24 Τινῶν  ἀνθρώπων  αἱ  ἁμαρτίαι  πρόδηλοί  εἰσιν  προάγουσαι  εἰς  κρίσιν,  τισὶν  δὲ  καὶ  ἐπακολουθοῦσιν·  25 ὡσαύτως  καὶ  τὰ  ἔργα  τὰ  καλὰ  πρόδηλα,  καὶ  τὰ  ἄλλως  ἔχοντα  κρυβῆναι  οὐ  δύνανται. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

1 Timothy 4
Top of Page
Top of Page