Philippians 3
Study Bible
Righteousness through Faith

Τὸ  λοιπόν,  ἀδελφοί  μου,  χαίρετε  ἐν  Κυρίῳ.  τὰ  αὐτὰ  γράφειν  ὑμῖν  ἐμοὶ  μὲν  οὐκ  ὀκνηρόν,  ὑμῖν  δὲ  ἀσφαλές. 

Βλέπετε  τοὺς  κύνας,  βλέπετε  τοὺς  κακοὺς  ἐργάτας,  βλέπετε  τὴν  κατατομήν.  ἡμεῖς  γάρ  ἐσμεν    περιτομή,  οἱ  Πνεύματι  Θεοῦ  λατρεύοντες  καὶ  καυχώμενοι  ἐν  Χριστῷ  Ἰησοῦ  καὶ  οὐκ  ἐν  σαρκὶ  πεποιθότες,  καίπερ  ἐγὼ  ἔχων  πεποίθησιν  καὶ  ἐν  σαρκί.  Εἴ  τις  δοκεῖ  ἄλλος  πεποιθέναι  ἐν  σαρκί,  ἐγὼ  μᾶλλον·  περιτομῇ  ὀκταήμερος,  ἐκ  γένους  Ἰσραήλ,  φυλῆς  Βενιαμίν*,  Ἑβραῖος  ἐξ  Ἑβραίων,  κατὰ  νόμον  Φαρισαῖος,  κατὰ  ζῆλος  διώκων  τὴν  ἐκκλησίαν,  κατὰ  δικαιοσύνην  τὴν  ἐν  νόμῳ  γενόμενος  ἄμεμπτος. 

Knowing Christ is Above All

Ἀλλὰ  ἅτινα  ἦν  μοι  κέρδη,  ταῦτα  ἥγημαι  διὰ  τὸν  Χριστὸν  ζημίαν.  ἀλλὰ  μὲν‿  οὖν‿  γε  καὶ  ἡγοῦμαι  πάντα  ζημίαν  εἶναι  διὰ  τὸ  ὑπερέχον  τῆς  γνώσεως  Χριστοῦ  Ἰησοῦ  τοῦ  Κυρίου  μου,  δι’  ὃν  τὰ  πάντα  ἐζημιώθην,  καὶ  ἡγοῦμαι  σκύβαλα  ἵνα  Χριστὸν  κερδήσω  καὶ  εὑρεθῶ  ἐν  αὐτῷ,  μὴ  ἔχων  ἐμὴν  δικαιοσύνην  τὴν  ἐκ  νόμου,  ἀλλὰ  τὴν  διὰ  πίστεως  Χριστοῦ,  τὴν  ἐκ  Θεοῦ  δικαιοσύνην  ἐπὶ  τῇ  πίστει,  10 τοῦ  γνῶναι  αὐτὸν  καὶ  τὴν  δύναμιν  τῆς  ἀναστάσεως  αὐτοῦ  καὶ  [τὴν]  κοινωνίαν  [τῶν]  παθημάτων  αὐτοῦ,  συμμορφιζόμενος  τῷ  θανάτῳ  αὐτοῦ,  11 εἴ  πως  καταντήσω  εἰς  τὴν  ἐξανάστασιν  τὴν  ἐκ  νεκρῶν. 

Press on Toward the Goal

12 οὐχ  ὅτι  ἤδη  ἔλαβον    ἤδη  τετελείωμαι,  διώκω  δὲ  εἰ  καὶ  καταλάβω,  ἐφ’    καὶ  κατελήμφθην  ὑπὸ  Χριστοῦ  Ἰησοῦ.  13 ἀδελφοί,  ἐγὼ  ἐμαυτὸν  οὐ*  λογίζομαι  κατειληφέναι·  ἓν  δέ,  τὰ  μὲν  ὀπίσω  ἐπιλανθανόμενος  τοῖς  δὲ  ἔμπροσθεν  ἐπεκτεινόμενος,  14 κατὰ  σκοπὸν  διώκω  εἰς  τὸ  βραβεῖον  τῆς  ἄνω  κλήσεως  τοῦ  Θεοῦ  ἐν  Χριστῷ  Ἰησοῦ.  15 Ὅσοι  οὖν  τέλειοι,  τοῦτο  φρονῶμεν·  καὶ  εἴ  τι  ἑτέρως  φρονεῖτε,  καὶ  τοῦτο    Θεὸς  ὑμῖν  ἀποκαλύψει·  16 πλὴν  εἰς    ἐφθάσαμεν,  τῷ  αὐτῷ  στοιχεῖν.  ⧼κανόνι,  τὸ  αὐτὸ  φρονεῖν⧽. 

Citizenship in Heaven

17 Συμμιμηταί*  μου  γίνεσθε,  ἀδελφοί,  καὶ  σκοπεῖτε  τοὺς  οὕτω*  περιπατοῦντας  καθὼς  ἔχετε  τύπον  ἡμᾶς.  18 πολλοὶ  γὰρ  περιπατοῦσιν  οὓς  πολλάκις  ἔλεγον  ὑμῖν,  νῦν  δὲ  καὶ  κλαίων  λέγω,  τοὺς  ἐχθροὺς  τοῦ  σταυροῦ  τοῦ  Χριστοῦ,  19 ὧν  τὸ  τέλος  ἀπώλεια,  ὧν    θεὸς    κοιλία  καὶ    δόξα  ἐν  τῇ  αἰσχύνῃ  αὐτῶν,  οἱ  τὰ  ἐπίγεια  φρονοῦντες.  20 ἡμῶν  γὰρ  τὸ  πολίτευμα  ἐν  οὐρανοῖς  ὑπάρχει,  ἐξ  οὗ  καὶ  Σωτῆρα  ἀπεκδεχόμεθα  Κύριον  Ἰησοῦν  Χριστόν,  21 ὃς  μετασχηματίσει  τὸ  σῶμα  τῆς  ταπεινώσεως  ἡμῶν  σύμμορφον  τῷ  σώματι  τῆς  δόξης  αὐτοῦ,  κατὰ  τὴν  ἐνέργειαν  τοῦ  δύνασθαι  αὐτὸν  καὶ  ὑποτάξαι  αὑτῷ  τὰ  πάντα. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Philippians 2
Top of Page
Top of Page