Acts 16
Study Bible
Timothy Joins Paul and Silas

Κατήντησεν  δὲ  καὶ  εἰς  Δέρβην  καὶ  εἰς  Λύστραν.  καὶ  ἰδοὺ  μαθητής  τις  ἦν  ἐκεῖ  ὀνόματι  Τιμόθεος,  υἱὸς  γυναικὸς  Ἰουδαίας  πιστῆς  πατρὸς  δὲ  Ἕλληνος,  ὃς  ἐμαρτυρεῖτο  ὑπὸ  τῶν  ἐν  Λύστροις  καὶ  Ἰκονίῳ  ἀδελφῶν.  τοῦτον  ἠθέλησεν    Παῦλος  σὺν  αὐτῷ  ἐξελθεῖν,  καὶ  λαβὼν  περιέτεμεν  αὐτὸν  διὰ  τοὺς  Ἰουδαίους  τοὺς  ὄντας  ἐν  τοῖς  τόποις  ἐκείνοις·  ᾔδεισαν  γὰρ  ἅπαντες  ὅτι  Ἕλλην    πατὴρ  αὐτοῦ  ὑπῆρχεν.  Ὡς  δὲ  διεπορεύοντο  τὰς  πόλεις,  παρεδίδοσαν  αὐτοῖς  φυλάσσειν  τὰ  δόγματα  τὰ  κεκριμένα  ὑπὸ  τῶν  ἀποστόλων  καὶ  πρεσβυτέρων  τῶν  ἐν  Ἱεροσολύμοις.  Αἱ  μὲν  οὖν  ἐκκλησίαι  ἐστερεοῦντο  τῇ  πίστει  καὶ  ἐπερίσσευον  τῷ  ἀριθμῷ  καθ’  ἡμέραν. 

Paul's Vision of the Macedonian

Διῆλθον  δὲ  τὴν  Φρυγίαν  καὶ  Γαλατικὴν  χώραν,  κωλυθέντες  ὑπὸ  τοῦ  Ἁγίου  Πνεύματος  λαλῆσαι  τὸν  λόγον  ἐν  τῇ  Ἀσίᾳ·  ἐλθόντες  δὲ  κατὰ  τὴν  Μυσίαν  ἐπείραζον  εἰς  τὴν  Βιθυνίαν  πορευθῆναι,  καὶ  οὐκ  εἴασεν  αὐτοὺς  τὸ  Πνεῦμα  Ἰησοῦ·  παρελθόντες  δὲ  τὴν  Μυσίαν  κατέβησαν  εἰς  Τρῳάδα.  καὶ  ὅραμα  διὰ  [τῆς]  νυκτὸς  τῷ  Παύλῳ  ὤφθη,  ἀνὴρ  Μακεδών  τις  ἦν  ἑστὼς  καὶ  παρακαλῶν  αὐτὸν  καὶ  λέγων  Διαβὰς  εἰς  Μακεδονίαν  βοήθησον  ἡμῖν.  10 ὡς  δὲ  τὸ  ὅραμα  εἶδεν,  εὐθέως  ἐζητήσαμεν  ἐξελθεῖν  εἰς  Μακεδονίαν,  συμβιβάζοντες  ὅτι  προσκέκληται  ἡμᾶς    Θεὸς  εὐαγγελίσασθαι  αὐτούς. 

Lydia Converted at Philippi

11 Ἀναχθέντες  δὲ  ἀπὸ  Τρῳάδος  εὐθυδρομήσαμεν  εἰς  Σαμοθρᾴκην,  τῇ  δὲ  ἐπιούσῃ  εἰς  Νέαν  Πόλιν,  12 κἀκεῖθεν  εἰς  Φιλίππους,  ἥτις  ἐστὶν  πρώτη  τῆς ⇔  μερίδος  Μακεδονίας  πόλις,  κολωνία.  Ἦμεν  δὲ  ἐν  ταύτῃ  τῇ  πόλει  διατρίβοντες  ἡμέρας  τινάς.  13 τῇ  τε  ἡμέρᾳ  τῶν  σαββάτων  ἐξήλθομεν  ἔξω  τῆς  πύλης  παρὰ  ποταμὸν  οὗ  ἐνομίζομεν  προσευχὴν  εἶναι,  καὶ  καθίσαντες  ἐλαλοῦμεν  ταῖς  συνελθούσαις  γυναιξίν. 

14 καί  τις  γυνὴ  ὀνόματι  Λυδία,  πορφυρόπωλις  πόλεως  Θυατείρων,  σεβομένη  τὸν  Θεόν,  ἤκουεν,  ἧς    Κύριος  διήνοιξεν  τὴν  καρδίαν  προσέχειν  τοῖς  λαλουμένοις  ὑπὸ  ‹τοῦ›  Παύλου.  15 ὡς  δὲ  ἐβαπτίσθη  καὶ    οἶκος  αὐτῆς,  παρεκάλεσεν  λέγουσα  Εἰ  κεκρίκατέ  με  πιστὴν  τῷ  Κυρίῳ  εἶναι,  εἰσελθόντες  εἰς  τὸν  οἶκόν  μου  μένετε·  καὶ  παρεβιάσατο  ἡμᾶς. 

Paul and Silas in Prison

16 Ἐγένετο  δὲ  πορευομένων  ἡμῶν  εἰς  τὴν  προσευχὴν,  παιδίσκην  τινὰ  ἔχουσαν  πνεῦμα  Πύθωνα  ὑπαντῆσαι  ἡμῖν,  ἥτις  ἐργασίαν  πολλὴν  παρεῖχεν  τοῖς  κυρίοις  αὐτῆς  μαντευομένη.  17 αὕτη  κατακολουθοῦσα  τῷ  Παύλῳ  καὶ  ἡμῖν  ἔκραζεν  λέγουσα  Οὗτοι  οἱ  ἄνθρωποι  δοῦλοι  τοῦ  Θεοῦ  τοῦ  Ὑψίστου  εἰσίν,  οἵτινες  καταγγέλλουσιν  ὑμῖν  ὁδὸν  σωτηρίας.  18 τοῦτο  δὲ  ἐποίει  ἐπὶ  πολλὰς  ἡμέρας.  διαπονηθεὶς  δὲ  Παῦλος  καὶ  ἐπιστρέψας  τῷ  πνεύματι  εἶπεν  Παραγγέλλω  σοι  ἐν  ὀνόματι  Ἰησοῦ  Χριστοῦ  ἐξελθεῖν  ἀπ’  αὐτῆς·  καὶ  ἐξῆλθεν  αὐτῇ  τῇ  ὥρᾳ. 

19 Ἰδόντες  δὲ  οἱ  κύριοι  αὐτῆς  ὅτι  ἐξῆλθεν    ἐλπὶς  τῆς  ἐργασίας  αὐτῶν,  ἐπιλαβόμενοι  τὸν  Παῦλον  καὶ  τὸν  Σιλᾶν  εἵλκυσαν  εἰς  τὴν  ἀγορὰν  ἐπὶ  τοὺς  ἄρχοντας,  20 καὶ  προσαγαγόντες  αὐτοὺς  τοῖς  στρατηγοῖς  εἶπαν  Οὗτοι  οἱ  ἄνθρωποι  ἐκταράσσουσιν  ἡμῶν  τὴν  πόλιν,  Ἰουδαῖοι  ὑπάρχοντες,  21 καὶ  καταγγέλλουσιν  ἔθη    οὐκ  ἔξεστιν  ἡμῖν  παραδέχεσθαι  οὐδὲ  ποιεῖν  Ῥωμαίοις  οὖσιν. 

22 καὶ  συνεπέστη    ὄχλος  κατ’  αὐτῶν,  καὶ  οἱ  στρατηγοὶ  περιρήξαντες  αὐτῶν  τὰ  ἱμάτια  ἐκέλευον  ῥαβδίζειν,  23 πολλάς  τε*  ἐπιθέντες  αὐτοῖς  πληγὰς  ἔβαλον  εἰς  φυλακήν,  παραγγείλαντες  τῷ  δεσμοφύλακι  ἀσφαλῶς  τηρεῖν  αὐτούς·  24 ὃς  παραγγελίαν  τοιαύτην  λαβὼν  ἔβαλεν  αὐτοὺς  εἰς  τὴν  ἐσωτέραν  φυλακὴν  καὶ  τοὺς  πόδας  ἠσφαλίσατο  αὐτῶν  εἰς  τὸ  ξύλον. 

The Conversion of the Jailer

25 Κατὰ  δὲ  τὸ  μεσονύκτιον  Παῦλος  καὶ  Σιλᾶς  προσευχόμενοι  ὕμνουν  τὸν  Θεόν,  ἐπηκροῶντο  δὲ  αὐτῶν  οἱ  δέσμιοι·  26 ἄφνω  δὲ  σεισμὸς  ἐγένετο  μέγας,  ὥστε  σαλευθῆναι  τὰ  θεμέλια  τοῦ  δεσμωτηρίου·  ἠνεῴχθησαν  δὲ  παραχρῆμα  αἱ  θύραι  πᾶσαι,  καὶ  πάντων  τὰ  δεσμὰ  ἀνέθη.  27 ἔξυπνος  δὲ  γενόμενος    δεσμοφύλαξ  καὶ  ἰδὼν  ἀνεῳγμένας  τὰς  θύρας  τῆς  φυλακῆς,  σπασάμενος  τὴν  μάχαιραν  ἤμελλεν  ἑαυτὸν  ἀναιρεῖν,  νομίζων  ἐκπεφευγέναι  τοὺς  δεσμίους.  28 ἐφώνησεν  δὲ  «‹ὁ›  Παῦλος» ⇔  «μεγάλῃ  φωνῇ»  λέγων  Μηδὲν  πράξῃς  σεαυτῷ  κακόν,  ἅπαντες  γάρ  ἐσμεν  ἐνθάδε.  29 αἰτήσας  δὲ  φῶτα  εἰσεπήδησεν  καὶ  ἔντρομος  γενόμενος  προσέπεσεν  τῷ  Παύλῳ  καὶ  ‹τῷ›  Σιλᾷ,  30 καὶ  προαγαγὼν  αὐτοὺς  ἔξω  ἔφη  Κύριοι,  τί  με  δεῖ  ποιεῖν  ἵνα  σωθῶ; 

31 οἱ  δὲ  εἶπαν  Πίστευσον  ἐπὶ  τὸν  Κύριον  Ἰησοῦν,  καὶ  σωθήσῃ  σὺ  καὶ    οἶκός  σου.  32 καὶ  ἐλάλησαν  αὐτῷ  τὸν  λόγον  τοῦ  κυρίου**  σὺν  πᾶσιν  τοῖς  ἐν  τῇ  οἰκίᾳ  αὐτοῦ.  33 καὶ  παραλαβὼν  αὐτοὺς  ἐν  ἐκείνῃ  τῇ  ὥρᾳ  τῆς  νυκτὸς  ἔλουσεν  ἀπὸ  τῶν  πληγῶν,  καὶ  ἐβαπτίσθη  αὐτὸς  καὶ  οἱ  αὐτοῦ  πάντες*  παραχρῆμα,  34 ἀναγαγών  τε  αὐτοὺς  εἰς  τὸν  οἶκον  παρέθηκεν  τράπεζαν,  καὶ  ἠγαλλιάσατο  πανοικεὶ  πεπιστευκὼς  τῷ  Θεῷ. 

Paul and Silas are Released

35 Ἡμέρας  δὲ  γενομένης  ἀπέστειλαν  οἱ  στρατηγοὶ  τοὺς  ῥαβδούχους  λέγοντες  Ἀπόλυσον  τοὺς  ἀνθρώπους  ἐκείνους.  36 ἀπήγγειλεν  δὲ    δεσμοφύλαξ  τοὺς  λόγους  τούτους  πρὸς  τὸν  Παῦλον,  ὅτι  Ἀπέσταλκαν  οἱ  στρατηγοὶ  ἵνα  ἀπολυθῆτε.  νῦν  οὖν  ἐξελθόντες  πορεύεσθε  ἐν  εἰρήνῃ.  37   δὲ  Παῦλος  ἔφη  πρὸς  αὐτούς  Δείραντες  ἡμᾶς  δημοσίᾳ  ἀκατακρίτους,  ἀνθρώπους  Ῥωμαίους  ὑπάρχοντας,  ἔβαλαν  εἰς  φυλακήν·  καὶ  νῦν  λάθρᾳ  ἡμᾶς  ἐκβάλλουσιν;  οὐ  γάρ,  ἀλλὰ  ἐλθόντες  αὐτοὶ  ἡμᾶς  ἐξαγαγέτωσαν.  38 ἀπήγγειλαν  δὲ  τοῖς  στρατηγοῖς  οἱ  ῥαβδοῦχοι  τὰ  ῥήματα  ταῦτα.  ἐφοβήθησαν  δὲ  ἀκούσαντες  ὅτι  Ῥωμαῖοί  εἰσιν,  39 καὶ  ἐλθόντες  παρεκάλεσαν  αὐτούς,  καὶ  ἐξαγαγόντες  ἠρώτων  ἀπελθεῖν  ἀπὸ  τῆς  πόλεως.  40 ἐξελθόντες  δὲ  ἀπὸ  τῆς  φυλακῆς  εἰσῆλθον  πρὸς  τὴν  Λυδίαν,  καὶ  ἰδόντες  παρεκάλεσαν  τοὺς  ἀδελφοὺς  καὶ  ἐξῆλθαν. 

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub

Acts 15
Top of Page
Top of Page